Ἀποκάλυψις Ἰωάννου τοῦ θεολόγου

Openbaring 7

1

Καὶ μετὰ ταῦτα εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπὶ πᾶν δένδρον.

2

καὶ εἶδον ἄλλον ἄγγελον *ἀναβάντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,

* ἀναβάντα St, B-edd, Elz | ἀναβαίνοντα B-edd, Sc, M

3

λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρις οὗ *σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.

* σφραγίσωμεν B, Elz, Sc, M | σφραγίζωμεν St

4

καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ρμδ´ χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.

5

Ἐκ φυλῆς Ἰούδα, ιβ´ χιλιάδες ἐσφραγισμένοι· Ἐκ φυλῆς Ῥουβήν, ιβ´ χιλιάδες ἐσφραγισμένοι· Ἐκ φυλῆς Γάδ, ιβ´ χιλιάδες ἐσφραγισμένοι·

6

Ἐκ φυλῆς Ἀσήρ, ιβ´ χιλιάδες ἐσφραγισμένοι· Ἐκ φυλῆς Νεφθαλείμ, ιβ´ χιλιάδες ἐσφραγισμένοι· Ἐκ φυλῆς Μανασσῆ, ιβ´ χιλιάδες ἐσφραγισμένοι·