Παύλου τοῦ ἀποστόλου ἡ πρὸς Τιμοθέον ἐπιστολὴ πρώτη

1 Timótheüs 1

1

Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ’ ἐπιταγὴν Θεοῦ σωτῆρος ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν,

2

Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ *Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.

* Χριστοῦ Ἰησοῦ St, B, Elz, M | Ἰησοῦ Χριστοῦ Sc

3

Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν,

4

μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ *οἰκοδομίαν Θεοῦ τὴν ἐν πίστει.

* οἰκοδομίαν B, Elz, Sc | οἰκονομίαν St, M (SV-kt)

5

τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου·

6

ὧν τινὲς ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν,

7

θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.

8

οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται,